Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 35.34 Dem. 35.36 (English) >>Dem. 35.40

35.35 μὲν ἀναίδεια τοιαύτη τῶν ἀνθρώπων τούτων ἐστίν. ὑμεῖς δέ, ἄνδρες δικασταί, ἐνθυμεῖσθε πρὸς ὑμᾶς αὐτούς, εἴ τινας πώποτʼ ἴστε ἠκούσατε οἶνον Ἀθήναζε ἐκ τοῦ Πόντου κατʼ ἐμπορίαν εἰσαγαγόντας, ἄλλως τε καὶ Κῷον. πᾶν γὰρ δήπου τοὐναντίον εἰς τὸν Πόντον οἶνος εἰσάγεται ἐκ τῶν τόπων τῶν περὶ ἡμᾶς, ἐκ Πεπαρήθου καὶ Κῶ καὶ Θάσιος καὶ Μενδαῖος καὶ ἐξ ἄλλων τινῶν πόλεων παντοδαπός· ἐκ δὲ τοῦ Πόντου ἕτερά ἐστιν εἰσάγεται δεῦρο. 35.36κατεχόμενοι δὲ ὑφʼ ἡμῶν καὶ ἐλεγχόμενοι εἴ τι περιγένοιτο τῶν χρημάτων ἐν τῷ Πόντῳ, ἀπεκρίνατο Λάκριτος οὑτοσί, ὅτι ἑκατὸν στατῆρες Κυζικηνοὶ περιγένοιντο, καὶ τοῦτο τὸ χρυσίον δεδανεικὼς εἴη ἁδελφὸς αὐτοῦ ἐν τῷ Πόντῳ ναυκλήρῳ τινὶ Φασηλίτῃ, πολίτῃ καὶ ἐπιτηδείῳ ἑαυτοῦ, καὶ οὐ δύναιτο κομίσασθαι, ἀλλὰ σχεδόν τι ἀπολωλὸς εἴη καὶ τοῦτο. 35.37ταῦτʼ ἐστὶν ἔλεγεν Λάκριτος οὑτοσί. δὲ συγγραφὴ οὐ ταῦτα λέγει, ἄνδρες δικασταί, ἀλλʼ ἀντιφορτισαμένους ἀπάγειν κελεύει Ἀθήναζε, οὐ δανείζειν τούτους ὅτῳ ἂν βούλωνται ἐν τῷ Πόντῳ τὰ ἡμέτερα ἄνευ ἡμῶν, ἀλλʼ Ἀθήναζε παρέχειν ἀνέπαφα ἡμῖν, ἕως ἂν ἡμεῖς ἀπολάβωμεν τὰ χρήματα ὅσα ἐδανείσαμεν. καί μοι ἀναγίγνωσκε τὴν συγγραφὴν πάλιν.Συγγραφή

35.38πότερον, ἄνδρες δικασταί, δανείζειν κελεύει τούτους συγγραφὴ τὰ ἡμέτερα, καὶ ταῦτα ἀνθρώπῳ ὃν ἡμεῖς οὔτε γιγνώσκομεν οὔθʼ ἑοράκαμεν πώποτε, ἀντιφορτισαμένους κομίσαι Ἀθήναζε καὶ φανερὰ ποιῆσαι ἡμῖν καὶ ἀνέπαφα παρέχειν;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 35.34 Dem. 35.36 (English) >>Dem. 35.40

Powered by PhiloLogic